[ ] Makedonia (Mygdonia) — Thessalonike — ca. 2nd c. AD
See also:
1 "Μοῖρα πικρή, Λήθης Ἀχερουσίδος ἔν-
τροφε, λυγρόν· θρῆνον ἐναψαμένη
Μάγνον ἄγ’ εἰς Ἀΐδεω· παῖδα δυωδε-
χέτη(!) πατρὶ μὲν γόον ἄλγεα μητρὶ
5 ἠδὲ κασιγνήτῳ πένθεα λυγρότατα·
ἄρτι γὰρ ἦν γονέεσσι μέριμνα μέν,
αὐτὰρ ἀδελφῷ κόσμος· χ’ ἡ πικρὴ
Μοῖρ’ ἀπενοσφίσατο"· "ἄλλω<ς> τὸν πάν-
τεσσι βροτοῖς μόνον οἶκον ἐσοιχνῶ"·
10 "Μάγν’ ἐπὶ τυμβιδίοις χαῖρε καὶ εἰνὶ τάφοις".
Search Help
Contact Us