[ ] Makedonia (Mygdonia) — Thessalonike — bef. end 2nd c. BC
                                     vacat
1 σοὶ τόδε δωμητὸν τέμενος θέτο, δαῖμον Ὀσε̣[ῖρι],
λάρνακά τε γλαφυρὰν ἔνδοθι ναμοφόρον·
ἔνθα περιπλώεις σὺ κατ’ ἀστεροφεγγέα νύκτα
καὶ τεύχεις ἐρατὴν Ἶσιν ἐν ἀγλαΐαις.
5 αὐτὸς γὰρ παμπρῶτος ἐπήξαο νήϊα δοῦρα
καὶ πόρον εὐξέστοις τμήξας ἔνερθε πλάταις.
ἀλλ’, ἄνα, Φυλακίδηι <τε> καὶ υἱέϊ καλὸν ὀπάξοις
δῶρον ἐϋκλεΐης ἄμφω ἀπημοσύνηι,
ὄφρα τις ἁμερίων λεύσσων τάδε θυμὸν ὀτρύνηι
10 σφωΐτερομ μακάρωμ μήποτε λῆστιν ἔχειν.
         Δαμαίου.
Search Help