[ ]
Att. — s. III p.
1 | σμεικρὸς οὐ σμικρὸν καλύπτω |
τύμβος ἄνδρ’ ἐπεὶ σοφῶν | |
δῶρα Μουσέων μέγιστα, τῶν | |
ὅδ’ ἔξοχον λαχών | |
5 | Ἁρποκρατίων πρὸς ἀστῶν |
τρὶς μάκαρ κληίζεται, | |
οὕνεκ’ ἦν ῥήτωρ μὲν εἰπεῖν, | |
φιλόσοφος δ’ ἃ χρὴ νοεῖν. |