IG II² 10826
[ ] Att. — s. III p.
1 σμεικρὸς οὐ σμικρὸν καλύπτω
τύμβος ἄνδρ’ ἐπεὶ σοφῶν
δῶρα Μουσέων μέγιστα, τῶν
ὅδ’ ἔξοχον λαχών
5 Ἁρποκρατίων πρὸς ἀστῶν
τρὶς μάκαρ κληίζεται,
οὕνεκ’ ἦν ῥήτωρ μὲν εἰπεῖν,
φιλόσοφος δ’ ἃ χρὴ νοεῖν.
Search Help
Contact Us