[ ]
Att. — s. IV a.
| 1 | Σύμμαχος Σίμωνος Χῖος. |
| πλεῖστα μὲν εὐφρανθεὶς βιότωι, λύπαις δὲ ἐλαχίσταις | |
| χρησάμενος, γήρως τέρμα μολὼν πρὸς ἄκρον, | |
| Χῖος μὲν γενεὰν βλαστών, πατρὸς δὲ Σίμωνος, | |
| 5 | Σύμμαχος ἐν δαπέδοις Κεκροπίας ἐκλίθην. |
| ἡ μὲν καλλικόμοις πτόρθοις βοτρυώδεος οἴνης | |
| Χῖος ἀγαλλομένη Συμμάχωι ἐστὶ πατρίς. | |
| αἱ δὲ θεοῖσι μάλιστα φίλαι θνητοῖσί τε Ἀθῆναι | |
| σῶμα σὸν ἐγ κόλποις κρύψαν ἀποφθίμενον. |