[ ] Att. — stoich. 36 — 410/09 a.
1 [ἐπὶ Γλαυκί]ππο ἄ[ρ]χον[τ]ος.
[Λόβον ἐκ] Κεδο͂ν ἐγραμμάτευε.
[ἔδοχσεν τε͂ι] βολε͂ι καὶ το͂ι δέμοι· ℎιπποθοντὶ-
[ς ἐπρυτάνε]υε, Λόβον ἐγραμμάτευε, Φιλιστίδε-
5 [ς ἐπεστάτε], Γλαύκιππος ἐ͂ρχε ∶ Ἐρ̣ασινίδες εἶπ-
[ε· ἐπαινέσα]ι Θρασύβολον ὁς ὄντα ἄνδρα ἀγαθὸ-
[ν περὶ τὸν δε͂μ]ον τὸν Ἀθεναίον καὶ πρόθυμον π-
[οιε͂ν ℎό τι δύνα]ται ἀγαθόν· καὶ ἀντὶ ὁ͂ν εὖ πεπο-
[ίεκεν τέν τε πόλιν] καὶ τὸν δε͂μ̣[ο]ν τὸν Ἀθεναίο-
10 [ν στεφανο͂σαι αὐτὸν χρυσο͂ι στε]φάνοι, ποιε͂σα-
[ι δὲ τὸν στέφανον ἀπὸ χιλίον δρ]αχμο͂ν· ℎοι [δὲ ℎ]-
[ελλενοταμίαι δόντον τὸ ἀργύρι]ον. καὶ [ἀνειπ]-
[ε͂ν τὸν κέρυκα Διονυσίον ἐν το͂ι] ἀγο͂νι ℎο͂ν ℎέν-
[εκα αὐτὸν ℎο δε͂μος ἐστεφάνοσ]ε ⋮ Διοκλε͂ς εἶπε·
15 [τὰ μὲν ἄλλα καθάπερ τε͂ι βολε͂ι]· εἶναι δὲ Θρασύ-
[βολον Ἀθεναῖον, καὶ φυλε͂ς τε κ]αὶ φρατρίας ℎο͂-
[ν ἂν βόλεται γράφσασθαι αὐτό]ν· καὶ τἆλλα τὰ ἐ-
[φσεφισμένα το͂ι δέμοι κύρια ἐ͂]ναι Θρασυβόλο-
[ι· ἐ͂ναι δὲ αὐτο͂ι εὑρίσκεσθαι π]αρὰ Ἀθεναίον κ-
20 [αὶ ἄλλο ℎό τι ἂν δοκε͂ι ἀγαθὸν π]ερὶ ℎο͂ν εὐεργέ-
[τεκεν τὸν δε͂μον τὸν Ἀθεναίον]. καὶ ἀναγραφσά-
[το ℎο γραμματεὺς τὰ ἐφσεφισμ]ένα· ℎελέσθαι δ-
[ὲ ἐγ βολε͂ς πέντε ἄνδρας αὐτί]κα μάλα ℎοίτινε-
[ς] δι[κάσοσι Θρασυβόλοι τὸ μέ]ρος τὸ γιγνόμεν-
25 ον. τὸς [δὲ ἄλλος, ℎόσοι τότε εὖ ἐ]ποίεσαν τὸν δε͂-
μον τὸν Ἀθε[ναίον, ․․․․10․․․․]ιν καὶ Ἀγόρατο-
ν καὶ Κόμονα [καὶ ․․6․․․]ο̣[․]ο̣[․․․․] καὶ Σῖμον κα-
ὶ Φιλῖνον κα[ὶ ․․․8․․․․]α, εὐεργέ[τα]ς [ἀ]ναγράφ-
σαι ἐμ πόλε[ι ἐν στέλει λ]ιθίνει τὸν γραμ[μα]τέ-
30 α τε͂ς βολε͂ς. [καὶ ἔγκτεσι]ν εἶναι αὐτοῖς ὁ͂μπερ
Ἀθεναίοις, [καὶ γεπέδο]ν καὶ οἰκίας, καὶ οἴκεσ-
ιν Ἀθένεσι, [καὶ ἐπιμέλ]εσθαι αὐτο͂ν τὲν βολὲν
τὲν αἰεὶ β[ολεύοσαν κα]ὶ τὸς πρυτάνες, ℎόπος ἂ-
ν μὲ ἀδι[κο͂νται. τὲν δὲ σ]τέλεν ἀπομισθοσάντο-
35 [ν ℎοι πολεταὶ ἐν τε͂ι βο]λε͂ι· τὸς δὲ ℎελλενοταμ-
[ίας δο͂ναι τὸ ἀργύριον]. ἐὰν δὲ δοκε͂ι αὐτὸς καὶ
[ἄλλο εὑρίσκεσθαι, τὲν] βολὲν προβολεύσασαν
[ἐχσενεγκε͂ν ἐς τὸν δε͂μ]ον ∶ Εὔδικος εἶπε· τὰ μὲν
[ἄλλα καθάπερ Διοκλε͂ς· περὶ] δὲ το͂ν δοροδοκεσ-
40 [άντον ἐπὶ το͂ι φσεφίσματι], ὃ ἐφσεφ[ί]σθε Ἀπολλ-
[οδόροι, τὲν βολὲν βολεῦσ]αι ἐν τε͂ι πρότει ℎέδ-
[ραι ἐν το͂ι βολευτερί]οι, καὶ κολάζεν, το͂ν [δ]ορο-
[δοκεσάντον καταφσ]εφιζομένεν καὶ ἐς δικασ-
[τέριον παραδιδο͂σα]ν, καθότι ἂν δοκε͂ι αὐτε͂[ι]· τ-
45 [ὸς δὲ βολευτὰς τὸς] παρόντας ἀποφαίνεν ℎά[ττ’]
[ἂν εἰδο͂σιν, καὶ ἐάν] τις ἄλλο εἰδε͂ι περὶ τ[ού]-
[τον· ἐχσε͂ναι δὲ καὶ] ἰδιότει, ἐάν τις βόλετα[ι v]
                       vacat
Search Help
Contact Us