IG XII,8 442
[ ] Thasos
1 Ἱκέσιον νούσοισι καταφθίμενον τ̣όδε [σῆμα]
  κέκρυφεν, Εὐθυκράτους υἷα τὸν εὐγενέτην,
[Ζ]ωσίμη ἐν μούσαισι πανέξοχον ὅν ποτ’ ἔτικτε
  μάτηρ, τρισσὰ τέκνων ἄνθεα γειναμένα.
5 δύσμορος, ἃ [δ]ισσοὺς μὲν ἐλίπετο παῖδας ἐν οἴκοις
  εὐγενέτας, ἀγαθὴν ἄρσενα συνζυγίην,
καὶ κούρην φιλάδελφον, ἀποφθιμένη δὲ πρὸς Ἅιδαν
  πλουτῖον τέκνων λίπετο δωμάτιον·
ἀλλ’ οὓς μὲν ζωᾶς ἀπενόσφισε δύσμ[ο]ρος Ἅιδας·
10   ἃ δὲ κασιγνήτους μυρομένα στεναχα[ῖ]ς
τοὺς γλυκεροὺς ποθέουσα συνα[ίμονας ἐνθὰδ’ ἔθαψιν].
— — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us