[ ] Amorgos — Minoa — end 3rd/2nd c. BC
1 Κρ[ίτω]ν Νικοθέμιος εἶπεν· ὑπὲρ [ὧ]ν Νι-
κόθε[μι]ς [Κ]ρίτωνος προεγράψατο, ὅπως
πρόξενος γένηται Ἀκεστίας Νο[υ]-
μηνίου Καρπασεώτης, περὶ οὖν τού-
5 των δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι,
εἶναι πρόξενον Ἀκεστίαν Νουμηνίου Κ[αρ]-
πασεώτην τοῦ δήμου τοῦ Μινοητῶν, κα[ὶ]
εἶναι αὐτῶι πρόσοδον πρὸς τὴν βουλὴν
καὶ τὸν δῆμον, ἐάν του χρείαν ἔχηι· ἀνα-
10 γράψαι δὲ αὐτοῦ τὴν προξενίαν εἰς τὸ ἱε-
ρὸν τοῦ Σαράπιος, τῆς δὲ ἀναγραφῆς
ἐπιμεληθῆναι Νικόθεμιν· στεφανούτω-
σαν δὲ αὐτὸν θαλλοῦ στεφάνωι καὶ οἱ πρυ-
τάνεις καὶ ὁ ταμίας, καὶ ἀνακηρυσσέτωσα[ν]
15 αὐτοῦ τὸν στέφανον ἐν τῶι ἱερῶι τοῦ Σαρά-
πιος ὅταν συντελῆται τὰ Σαραπιεῖα κα-
θ’ ἕκαστον ἐνιαυτόν·
Search Help
Contact Us