[ ] Amorgos — Arkesine — 2nd/1st c. BC
1 τὸν δεκαὲξ ἐτέων ἀριθμοὺς προφέροντ’ ἐν ἐφήβ[οις]
αἰνόδακρυν λεύσσεις, ξεῖνε, τὸν ἐν φθιμένοις,
πρὶν τελέσαι λυκάβαντος ὅλον δρόμον. ἦλθε γὰρ ἄλαας
  τύρσιδος ἀγριόνους οὐχ ὅσιός τις ἀνήρ,
5 καὶ σὺν ὁμαλικίοισι νέων ἀνὰ γυμνάδα φαιδρὰν
  στείχοντ’ ἀνδροφόνωι δεξιτερᾶι παλάμαι
λόγχας ῥοιζήεντα βαλὼν ἀφύλακτον ἀκωκὴν
  ἐν σταδίῳ πλευραῖς πικρὸν ἐνῆκε βέλος.
ἄχρι δ’ ἐπ’ ὀστέον ἦλθεν, ἑλεῖν δέ τις οὐδ’ ἐπαρῆξαι
10   ἠδύνατ’ ἀλλὰ βίαι γ’ εἶκε, μόλις δ’ Ἄρεως
ἡλκύσθη προβολᾶι διὰ σώματος, αἷμα δ’ ἀνέρρει.
  χὣ μὲν ἔβα π[ε]λάγους [β]ένθος ἐπ’ ἀτρύγετον,
πεμπταῖον δ’ ἐμὲ {με} [μο]ῖρα [τ]ὸν ἐξ ἀγέλας Διότιμον
  ἠιθέων οἰκτρὰ μάρ{ι}[ψε]νι {²⁶μάρψεν}²⁶ ἐν Ἀρκεσίναι
15 πατρίδι· καὶ μάτηρ μὲ[ν Ἀ]ρισταρέτη σὺν ὀδυρμῶι
  κώκυσεν, γενέτας δ’ [ἔστενε Σ]ωσαγόρας
δακρυχέων γηραιό[ς, ἔ]δεκτ[ο] γὰρ ἀντὶ τροφήων
  ἐλπίδος ἐν μελάθροις [π]ένθος, ἐπεὶ νεκύων
[εἰς ὀλ]οοὺς ἐπέρασα μυχούς· ὁ δὲ σύντροφος Ἑρμᾶς
20 [ὡδήγ]ησε λαβὼν χῶρον <ἐς εὐσεβέων>.
Search Help