[ ] Ceos — Carthaea
1 [Ἀ]ρ[ι]σ̣τ̣οπείθης εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐ[πει]-
δὴ Ἱέρων Τιμοκράτους Συρακόσιος τεταγμένος ὑπὸ τὸμ βασιλ̣[έα]
Πτολεμαῖον παραγεγενημένος εἰς τὴν νῆσον μετὰ τοῦ στρα-
τηγοῦ Πατρόκλου κ̣αθεστηκὼς ἐπιστάτης ἐν Ἀρσινόηι ἔν τε τῶ[ι]
5 ἔμπροσθεγ χρόνωι εὔνους ὢν διατελεῖ τῆι πόλει τῆι Καρθαιέων
ποιῶν ὅ,τι δύναται ἀγαθὸν καὶ ἰδίαι καὶ δημοσίαι τοῖς ἐντυγχάνουσι
τῶν πολιτῶν χρείας παρεχόμενος ἀπροφασίστως ἐμ παντὶ καιρῶι
[κ]αὶ νῦν ἀποβαλόντος Ἐπιτέλους τὰ ἐκ τῆς οἰκίας τῆς ἐπὶ τοῦ ἀγροῦ πᾶ-
σαν σπουδὴν καὶ ἐπιμέλειαν πεποίηται καὶ ἀνασέσωικεν, ὧν μὲν
10 ἐνελάβετο ἐνώπιος αὐτὰ ἀπέδωκε, τῶν δὲ εἰσπέπραχε τὴν τ[ι]μήν,
[χα]ρίζεσθαι βουλόμενος τῆι πόλει, δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι μὲν̣
Ἱέρωνα ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἔχων διατελεῖ περὶ τὸν δῆ-
μον τὸγ Καρθαιέων, καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, καὶ
ἀνακηρῦξαι τὸν στέφανον Διονυσίοις τῶι ἀγῶνι τῶν τραγωιδῶν,
15 [κ]αὶ εἶναι αὐτὸν πολίτην καὶ τοὺς ἐκγόνους αὐτοῦ τῆς πόλεως τῆς
[Καρθ]α̣ιέων, καὶ φυλῆς ἧς ἂν βούλωνται καὶ οἴκου εἶναι· ἀναγράψαι δὲ
[τ][ψ][φισμα] ἅ̣παν εἰ[ς] τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τὸ δὲ ἀνήλωμα δοῦναι
τὸν [τ]α̣μία̣[ν].
Search Help
Contact Us