[ ] Thera — IG XII,3 Suppl. p. 294
a.1 Ἀρτεμίδωρος
Ἀπολλωνίου Περγαῖος.
b.1 εἵσατο τήνδ’ Ἑκάτην πολυώνυμον Ἀρτεμίδωρος
φωσφόρον, ἣν τιμῶσιν ὅσοι χώραν κατέχουσιν.
Μνημόσυνον Θήρας πόλεως παριοῦσιν ἔτευξεν
βάτθρα τάδ’, ἔστ[η]σέν τε μέλαν λίθον Ἀρτεμίδωρος.
c.1 ἥκω Πρίαπος τῆιδε Θηραίωμ πόλει
Λαμψακηνός πλοῦτον ἄφθιτομ φέρων.
d.1 ․․․․․․․ς πάρειμι καὶ παραστάτης
πᾶσιν πολίταις τοῖς τ’ ἐνοικοῦσιν ξένοις.
e.1 Ἀρτεμίδωρος
Ἀπολλωνίου Περγαῖος.
Search Help
Contact Us