[ ]
Ionia — Erythrai — ca. 150 BC — IK Erythr.121
1 | [ἔδοξε τᾶ βόλλα καὶ τῶ δάμω, ․․․8․․․․]ς εἶπεν· |
[ἐπεὶ εὔνοι]α καὶ φιλαν[θρωπία ἦν ἄϊ] τᾶ πόλε<ι> τᾶ Τενε- | |
[δίων πρὸς] τὸν δᾶμ[ον τὸν Ἐρυθραίω]ν καὶ ἀποσ- | |
[τέλλαν]τος τῶ δ[άμω πρεσβεύτα]ν πρὸς Ἐρυθραί- | |
5 | [οις ὠ]ς ἀξιάσει αὔτο[ις καὶ] παρκάλει φίλοις ἔοντας |
[τῶ δά]μω τῶν Τενεδίων ἀποστέλλαι δικάσ- | |
[ταν εἰ]ς Τένεδον, ὀ δᾶμος [ὀ] Ἐρυθραίων πόλ- | |
[λαν πρ]όνοιαν ποείμενος [τ]ᾶς πόλιος ἀπέστε[λ]- | |
[λε δικά]σταν Διόδοτον [Κλεω]νύμω ἄνδρα κά- | |
10 | [λον καὶ] ἄγαθον, ὄστις παραγενόμενος εἰς τὰ[μ] |
[πόλιν ἐ]δίκασε ταὶς δίκαις πάντεσσι ἴσως | |
[καὶ δικ]αίως, καὶ ὀ δᾶμος ἐψαφίσατο τίμασα[ι] | |
[τὰμ πό]λιν τὰν Ἐρυθραίων τίμαις ταῖς κὰτ το[ὶ]ς | |
[νόμοις], δέδοχθαι τᾶ βόλλα καὶ τῶι δάμωι, [ὄ]- | |
15 | [πως φαίν]ηται ὀ δᾶμος ὀ Τενεδίων διατη[ρέων] |
[τὰ ὐπάρ]χοντα ἐαύτωι φιλάνθρωπα πρὸ[ς τὸν] | |
[δᾶμον τὸ]ν Ἐρυθραίων, ἐπαίνησαι τὸν [δᾶμον τὸν] | |
[Ἐρυθραίων] ἀρέτας ἔνεκα καὶ εὐνοί[ας — — — —] |