[ ] Lesbos — Methymna — ca. 129 BC
1 ἐπὶ πρυτάνεως Τιμίχου τοῦ Ἀνθεμοκλείους καὶ γ[υ]-
μνασιάρχων Ἡράκωνος τοῦ Δαμοκλείους, Ἀπολλω-
νίου τοῦ Φάνη, μηνὸς Πανθείου· ἀγαθῇ τύχηι ἔδο-
ξεν τοῖς νέοις· ἐπειδὴ καὶ ἐκ τῶν ἔνπροσθεν χρόνων
5 πολλάκις ἐπιδεδωκότες ἑαυτοὺς εἰς τὰ συνφέρον-
τα τοῦ δήμου καὶ ἐν τῶι παρόντι δὲ καιρῷ θεωροῦν-
τες τὸν δῆμον διὰ τὰς συνεχεῖς ἀφορίας ἐν τοῖς σίτ-
τ̣οις καὶ τὰς εἰσφορὰς τῶν χρημάτων εἰς τὰς σιτωνία[ς]
θλειβόμενον, ἔτι δὲ καὶ διὰ τὴ̣ν οὖσαν αὐτῶι ἀπὸ τῆς [ἀρ]-
10 χῆς πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν καὶ διὰ τὴν ὑ-
πάρχουσαν πρὸς αὐτοὺς συμμαχίαν κοινωνοῦντος
τοῦ συνεστῶτος αὐτοῖς ἐν τῆι Ἀσίᾳ πολέμου καὶ εἰς τ-
αῦτα εἰσφέροντος πολλὰ καὶ μεγάλα ἀναλώματα, ἀν-
[α]νκαῖόν ἐστιν ἡμ〚․〛ῖν {²⁶ἡμῖν}²⁶ τηροῦσιν ἥν τε πρότερον εἴχομεν
15 πρὸς τὸν δῆμον εὔνοιαν καὶ ἀκόλουθα πράσσοντας τ[ῆι]
τοῦ δήμου προαιρέσει πρὸς τὰ Ῥωμαίων πράγματα π̣[ορί]-
σαντας χρήματα δοῦναι ἀναπαίτητα τῆι πόλει εἰς̣ [τὰς]
[γ]εγραμμένας χρείας ἄχρι στα(τήρων) v ΧΧ[․]Η, ἵνα θυ̣[— —]
[․]ν τινες ὑφ’ ἡμῶν, οἳ δανείσουσιν [— — — — — — —]
20 [— — — — — — — — πί]πτοντ̣[ας τόκους? — — — — — — —]
Search Help
Contact Us