1 | [ὑ]πὲρ νίκης καὶ σωτηρίας καὶ ἀθανάτου δια[μο]νῆς τῶν δεσποτῶν τῆς οἰκουμέ[νης] |
Φλs Ἀρκαδίου καὶ Φλs Ὁνωρίου τῶν ἀηττήτω[ν Αὐγούσ]των vac. ὁ λαμ(πρότατος) ἀνθ(ύπατος) τῆς Ἑλλάδος | |
․․ς Σεουῆρος Ἀέτιος κατεσκεύασεν ἐκ θεμελίων τὸ [․5-6․․ τῶν πρ]οπυλαίων. |
IG II²
5205