[ ] Delos — ca. 300-250 BC
1 [Θεό]δωρος Θεοφάντου εἶπεν· ἐπειδὴ Μν[ή]-
[σα]λκος Τελεσαρχίδου Δήλιος, προξενί-
[ας αὐ]τῶι ὑπαρχούσης μετὰ τῶν ἀ-
[δελφῶν π]ατρικῆς, πολλὰς καὶ μεγά-
5 [λ]ας χρεία[ς π]αρέσχηται τῶι δήμωι
ἐμ παντὶ καιρῶι, ἔν [τε] τῆι σπανισιτίαι σῖτογ κα-
ταχθέντα ὑπὸ Δηλίω[ν] δὶς οἷς ὤφειλεν ἡ πόλις,
[πα]ραιτησάμενος τοὺς ἐν[ε]χυράσαντας, ἀπέσ-
[τει]λεν τῶι δήμωι, ἀργύριόν [τε] πολλάκις τῆι πό-
10 [λει] παρέσχηκεν εἰς ἀναγκαίας [χρ]είας καὶ τοῦτο
[ἐκο]μίζετο εἰς ὃ ἦν ὁ δῆμος δυνατὸ[ς] ἀποδοῦναι,
[τ]οῖς τε παραγινομένοις τῶμ πολιτῶ[ν ε]ἰς Δῆλον
[βοη]θῶγ κατὰ τὸ δίκαιογ καὶ χρείας παρε[χόμ]ενο[ς]
[δι]ετέλει ἐφ’ ὅ τι ἄν τις αὐτὸμ παρακαλέσηι· δεδόχθαι
15 τῶι δήμωι· τὴμ μὲν προξενίαν ὑπάρχει[ν Μνη]-
[σ]άλκωι καὶ αὐτῶι καὶ τοῖς υἱοῖς καὶ τ[οῖς]
ἐκγόνοις καὶ εἶναι αὐτοῖς ἀτ[έλειαν τῶν εἰσα]-
[γ]ομένων καὶ ἐξαγομέ[νων — — — — καὶ]
[εἴσπ]λουγ καὶ ἔκ[πλουν — — — καὶ ἐν πολέ]-
20 μωι καὶ ἐ[ν εἰρήνηι — — — — — — — — — —].
Search Help
Contact Us