[ ] Delos — beg. 2nd c. BC
1 [— — καὶ εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ]
[οἰκίας] ἔγκ̣[τησιν καὶ πρόσοδον πρὸς τὴν]
β̣ουλὴν καὶ τὸν [δῆμον πρώτοις μετὰ τὰ]
ἱερά· ὑπάρχειν δὲ [αὐτοῖς καὶ τὰ ἄλλα]
5 πάντα ὅσα δέδοτα[ι καὶ τοῖς ἄλλοις προ]-
ξένοις καὶ εὐεργέτα[ις τοῦ τε ἱεροῦ καὶ]
Δηλίων· ἀναγράψαι δὲ [τόδε τὸ ψήφισμα]
τὴμ μὲν βουλὴν εἰς τ[ὸ βουλευτήριον],
τοὺς δὲ ἱεροποιοὺς εἰς τ[ὸ ἱερόν· — —]
10 Φωκαέως ἐπεψήφισεν.
Search Help
Contact Us