[ ] Delos — ca. 230 BC
1       θεοί.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Πραξιμέν[ης]
Καλλιδίκου εἶπεν· ἐπειδὴ Αὐτοκλῆς ἀνὴρ ἀγα-
θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆ-
5 μον τὸν Δηλίων καὶ χρείας παρέχεται καὶ κοι-
νῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν
αὐτῶι τῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα-
ρακαλῆι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι {δηι} δή-
μωι· εἶναι Αὐτοκλῆν Αὐτοκλέους Χαλκιδέα
10 πρόξενον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δη-
λίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
[ἐ]ν Δήλωι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ πρόσο-
[δ]ον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις
[με]τὰ τὰ ἱερά, ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ ἄλ-
15 [λ]α πάντα ὅσα δέδοται καὶ τοῖς ἄλλοις προ-
ξένοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλί-
[ω]ν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲν
[βο]υλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποι-
[οὺ]ς εἰς τὸ ἱερόν. Παρμενίων Πολυβούλου ἐπε-
20 ψήφισεν.
coronea laurea
Search Help
Contact Us