[ ] Delos — mid-3rd c. BC
1 [— — — — — — ε]ἶπεν· ἐπειδὴ
[Ἰάσων Θεο]πρόπου Κυρηναῖος ἀνὴρ
[ἀγαθὸς ὢ]ν διατελεῖ περί τε τὸ ἱερὸν
[τ]ὸ ἐν Δήλωι καὶ τὸν δῆμον τὸν Δηλί-
5 ων· δεδόχθαι τῶι δήμωι· εἶναι Ἰάσονα
Θεοπρόπου Κυρηναῖον πρόξενον καὶ
εὐεργέτην τοῦ δήμου τοῦ Δηλίων
καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι
αὐτοῖς πάντων ἀτέλειαν καὶ προ-
10 εδρίαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν
καὶ πρόσο[δον] πρὸς τὴμ βουλὴν καὶ
τὸ[ν δ]ῆμον πρώτοις μετὰ τὰ ἱερά·
καὶ ὑπάρχειν αὐτοῖς καὶ τἄλλα ὅσ[α]-
περ καὶ τοῖς ἄλλοις προξένοις καὶ
15 εὐεργέταις δέδοται ἐν Δήλωι·
[ἀ]ναγράψαι δὲ τόδε τὸ ψήφισμα
[τὴ]μ μὲν βουλὴν εἰς τὸ βουλευτή-
[ριον], τοὺς δὲ ἱεροποιοὺς
[εἰς τὸ] ἱερόν.
Search Help
Contact Us