[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή-
[μ]ωι· Κόνων Φωκαέως εἶπεν·
[ἐ]πειδὴ Αἰσχυλῖνος εὔνους
ὢν διατελεῖ περὶ τὸ ἱερὸν καὶ
5 [τ]ὴμ πόλιν τὴν Δηλίων καὶ ποι-
εῖ ὅ τι ἂν δύνηται ἀγαθὸν Δη-
λίους· δεδόχθαι τῆι βουλῆ[ι]
καὶ τῶι δήμωι· εἶναι πρόξε-
νον Αἰσχυλῖνον Θεοκρίνου
10 Μιλήσιον καὶ εὐεργέτην
τοῦ ἱεροῦ καὶ Δηλίων καὶ αὐ-
τὸν καὶ ἐκγόνους καὶ εἶναι α[ὐ]-
τοῖς ἐν Δήλωι ἀτέλειαμ πά-
ντων καὶ προεδρίαν καὶ γῆς
15 καὶ οἰκίας ἔγκτησιν καὶ πρό-
σοδομ πρώτοις πρὸς τὴμ βο[υ]-
[λ]ὴν καὶ τὸν δῆμον μετὰ τὰ [ἱε]-
[ρά· ὑ]πάρχειν δὲ αὐτοῖς κ[αὶ]
[τὰ ἄλλα] πάντα ὅσαπερ [καὶ]
20 [τοῖς ἄλλοις π]ροξένοις καὶ εὐ]-
[εργέταις τοῦ τε ἱερ]οῦ κα[ὶ Δη]-
[λίων δέδοται — — — — —].
Search Help
Contact Us