[ ] Delos — 250-200 BC
1 [ἔδο]ξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
[Λυ]σίξενος Ἀρχεπόλιδος εἶπεν·
[ἐπε]ιδὴ Κοίρανος Παντικαπαιίτη[ς]
[ἀν]ὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε [τὸ]
5 ἱερὸν καὶ τὴν πόλιν τὴν Δηλίων κα[ὶ]
[τοῖ]ς ἐντυγχάνουσιν αὐτῶι Δηλίων
[χ]ρείας παρέχεται [καὶ κοινῆι καὶ] ἰδίαι.
[δ]εδόχθαι τῶι δή[μωι· εἶναι Κ]οίρανον ․․-
․ή̣μιδος Παντικα[παιίτην] πρόξενον
10 [τ]ῆς πόλεως τ[ῆς Δηλίω]ν καὶ εὐεργέτη[ν]
[τ]οῦ ἱεροῦ καὶ [αὐτὸν κ]αὶ ἐκγόνους καὶ
ε[ἶναι αὐτοῖς ἐν] Δήλωι ἀτέλειαν
[κ]αὶ γῆς καὶ [οἰκίας ἔγ]κτησιν καὶ προεδ[ρί]-
[αν] ἐν τοῖς ἀγῶσιν οἷς Δήλιοι τιθέασιν· κ[αὶ]
15 [π]ρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμ[ον]
[π]ρ[ώτ]οις [με]τὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτ[οῖς]
[ἐ]ν [Δ]ήλ[ωι] καὶ τὰ ἄλλα ὅσα δέδοται το[ῖς]
[πρ]οξένοις καὶ εὐεργέταις τοῦ ἱεροῦ·
[ἀ]ναγράψαι [δὲ τὸ ψήφ]ισμα τόδε τὴν μὲ[ν]
20 [βο]υλὴν εἰς τὸ [β]ου[λε]υτήριον, τοὺς δὲ ἱ[ερο]-
[π]οιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us