[ ] Delos — beg. 3rd c. BC
1 [θ]εο[ί].
[ἔδοξεν] τῆι βουλῆι καὶ τῶι [δήμωι]·
[Ἀγάθαρ]χος Ἀπατουρίου εἶπε[ν]·
[ἐπειδὴ] Θεόκριτος Θεοφίλου Σύριο[ς]
5 [ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ
[Δηλί]ους· δεδόχθαι τῶι δήμωι·
[εἶναι Θ]εόκριτον Θεοφίλου Σύριον
[πρόξ]ενον Δηλίων καὶ αὐτὸν καὶ
[ἐγγόν]ους· καὶ εἶναι αὐτοῖς ἀτέλε-
10 [ιαν ἐν] Δήλωι καὶ γῆς καὶ οἰκίας ἔν-
[κτησιν κ]αὶ πρόσοδον πρὸς τὴμ βου-
[λὴν καὶ] τὸν δῆμον πρώτοις με-
τὰ τὰ ἱερά, [κ]αὶ τὰ ἄλλα ὑπάρχειν
[αὐτ]οῖς ὅσα καὶ τοῖς ἄλλοις προξέ-
15 [νοις δέδοτ]αι παρὰ Δηλίων· ἀνα-
[γράψαι δὲ τόδε] τὸ ψήφισμα τὴμ
[μὲν βουλὴν εἰς τὸ βο]υλευτήριον,
[τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱ]ερόν.
Search Help
Contact Us