[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι [καὶ τῶι δήμωι]·
Χαρικλείδης Ἀγαθάρχ[ου εἶπεν]·
ἐπειδὴ Ἀντίδωρος κα[ὶ Ὀνομακλῆς]
καὶ Ἀντίγονος οἱ Νικοδ[ήμου Ὀλύνθιοι]
5 ἄνδρες ἀγαθοὶ ὄντες δια[τελοῦσιν]
περί τε τὸ ἱερὸν καὶ τὴμ πόλ[ιν τὴν]
Δηλίων καὶ ποιοῦσι κοινῆι τε [ἀγαθὸν]
ὅ τι ἂν δύνωνται τὴμ πό[λιν καὶ ἰδίαι]
τοῖς ἀπαντῶσι χρείας παρ[έχονται· δεδό]-
10 χθαι τῶι δήμωι· ἐπαινέσ[αι Ἀντίδωρον]
καὶ Ὀνο[μ]ακλῆν καὶ Ἀντί[γονον Νικοδήμου]
Ὀλυνθίους καὶ εἶναι αὐ[τοὺς προξένους]
καὶ εὐεργέτας το[ῦ τε ἱεροῦ καὶ Δηλίων]
καὶ αὐτο[ὺς καὶ ἐκγόνους· ὑπάρχειν δὲ]
15 αὐτοῖ[ς — — — — — — — — — — — — — — —].
Search Help
Contact Us