[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Νίκων Δη[μό]-
νου εἶπεν· ἐπειδὴ Ἑλλάνικος Τηλαύγου[ς]
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸ[ν]
καὶ τὸν δῆμον τὸν Δηλίων καὶ ποεῖ ἀγαθὸ[ν]
5 ὅ τι δύναται καὶ κοινῆι τὸν δῆμον καὶ ἰδίαι
τοῖς ἐντυγχάνουσιν αὐτῶι Δηλίων χρείας
παρέχεται καθ’ ὅ τι ἂν αὐτὸν παρακαλῶσιν·
δεδόχθαι τῶι δήμωι εἶναι Ἑλλάνικον Τηλαύ-
γους Ἀβυδηνὸν πρόξενον καὶ εὐεργέτην τοῦ
10 ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνους κ[αὶ]
εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν πάντων καὶ π[ρο]-
εδρίαν ἐν τοῖς ἀγῶσιν καὶ γῆς καὶ οἰκίας ἔγκτη[σιν]
[καὶ] πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμο[ν πρώ]-
[τοις μετὰ τὰ ἱερά· ὑ]πάρ[χειν δὲ αὐτοῖς καὶ τὰ ἄλλ[α ὅσα]
15 [καὶ τοῖς ἄλλοις προξένοις] τοῦ τε ἱεροῦ [καὶ τοῦ]
[δήμου τοῦ Δηλίων — — — — — — — — — —].
Search Help
Contact Us