[ ] Delos — 282 BC
1 ἐπὶ Κλεοστράτου ἄρχοντος οἵδε ἐχορήγησαν
εἰς Ἀπολλώνια·
Πλεισταίνετος Τελέσωνος, Δίδυμος Ἀντιγόνου,
Στησίλεως <Σ>κύμνου, Ἀπήμαντος Ἡροδίκου·
5 εἰς Διονύσια παίδων· Καλλίδικος Διοδότου,
Ὀρτυγένης Τυχάνδρου, 〚— — — — — — — — —〛
Ἐργοτέλης Θεοφάνους·
κωμωιδῶν· Ἀνδρόλας Σάττου, Πύρραιθος Νησιώτου,
Θεωρύλος Διακτορίδου, Ἀριστείδης Χαρίλα,
10 ἐγ μετοίκων Ἀντιγέν(ης), Ἡραΐσκος·
τραγωιδῶν· Ἀμπιθάλης Φιλωνύμου, Νεοκροντίδης Βλεπύρου,
Κράτων Μνησιάδου, Ἀγλωνέας Ὀστάκου,
ἐγ μετοίκων Δήλικος Δριμάκου, Δωρίων.
<ἠ>λευθερώθη Ἀρτεμὶς Εὐθύμου.
15 οἵδε ἐπεδείξαντο τῶι θεῶι· αὐλητής·
Ξενόφαντος Θηβαῖος·
κωμωιδοί· Φαῖδρο[ς] Ἀθηναῖος, Κηφίσιος Ἱστιαιεύς·
κιθαριστής· Ἧρις Καλχηδόνιος· τραγωιδοί·
Θεύδωρος Μεγαρεύς, Θεμιστῶν[α]ξ Πάριος,
20 Νικόστρατος Κασσανδρεύς.
Search Help
Contact Us