1 | ἀγαθῆι τύχηι. |
τὴν ἱέρειαν Δήμητρος καὶ Κόρης | |
Αἰλ Ἐπίλαμψιν Αἰλ Γέλωτος Φαληρέ- | |
ως θυγατέρα, τοῦ πρώτου ξυστάρχου | |
5 | τῶν ἐν Ἀθήναις ἀγώνων, στρατηγή- |
σαντος ἐπὶ τοὺς ὁπλείτας, ἱερέως | |
Διὸς Ὀλυμπίου v Διοκλέους ἄρξαν- | |
τος τὴν ἐπώνυμον ἀρχὴν ἔκγονον· | |
Αἰλ Ἀλεξάνδρου ἄρξαντος τὴν ἐπώ- | |
10 | νυμον ἀρχὴν ἀδελφιδῆν· Αἰλ Ἄρδυος |
ἀρχιερέως τῶν Σεβαστῶν, ἱερέως το[ῦ] | |
Ἐλευθερέως Διονύσου, ἄρξαντος τὴν | |
ἐπώνυμον ἀρχήν, κηρυκεύσαντος τὸ βʹ, | |
ἀγωνοθετήσαντος Ὀλυμπείων, στρα- | |
15 | τηγήσαντος ἐπὶ τοὺς ὁπλείτας ἀνεψι- |
άν· Αἰλ Καλλικράτους ἄρξαντος τὴν ἐ- | |
πώνυμον ἀρχήν, στρατηγήσαντος ἐ- | |
πὶ τοὺς ὁπλείτας, κηρυκεύσαντος, ἀ- | |
γωνοθετήσαντος ἀνεψιάν· Αἰλ Ἀλε- | |
20 | ξάνδρου ἄρξαντος τὴν ἐπώνυμον |
ἀρχὴν ἀνεψιάν· Αἰλ Γέλωτος ἄρξαντος | |
τὴν ἐπώνυμον ἀρχὴν ἀνεψιάν· Πό ∶ Πομ | |
Ἡγίου ἄρξαντος τὴν ἐπώνυμον ἀρχήν, | |
στρατηγήσαντος ἐπὶ τοὺς ὁπλείτας τὸ βʹ, | |
25 | ἀγωνοθετήσαντος Ὀλυμπεί<ω>ν καὶ γυ- |
μνασιαρχήσαντος οἴκοθεν, πρεσβεύ- | |
σαντος οἴκοθεν, ἱερέως Διὸς Ὀλυμπίου, | |
μητέρα v ὁ ἐπώνυμος ἄρχων Π · Πομ | |
Ἡγίας Φαληρεὺς νε(ώτερος) καὶ Πομ Ἐπίλαμψις | |
30 | τὴν ἑαυτῶν τήθην. |
IG II²
3687