[ ] Att. — c. 57 p.
See also:
1 [ἡ ἐ]ξ Ἀρείου πάγου βουλὴ κα[ὶ ἡ]
 βουλὴ τῶν ἑξακοσίων
 καὶ ὁ δῆμος Τιβέριον Κλαύ-
 διον Νούιον Φιλείνου υἱόν,
5  τὸν ἐπὶ τοὺς ὁπλείτας στρα-
 τηγὸν τὸ · δ · καὶ ἱερέα Δηλίου
Ἀπόλλωνος διὰ βίου καὶ ἀγωνοθέ-
 την τῶν μεγάλων Παναθηναίων
Σεβαστῶν καὶ Καισαρήων Σε-
10  βαστῶν καὶ ἀρχιερέα Ἀντωνίας
Σεβαστῆς, φιλοκαίσαρα καὶ
 φιλόπατριν, ἀρετῆς ἕνεκεν.
 ἐπὶ ἱερείας Ἰουνίας Μεγίστης
 τῆς Ζήν[ων]ος Σο[υνι]έως.
15   Ἐπάγαθος Ἀριστοδήμου.
Search Help
Contact Us