IG I³ 54
[ ] Att. — stoich. 18 — 433/2 a.
frg. a-d.1 〚θε〛 οἱ 〚∶〛 {⁵θεοί ∶}⁵ πρέσβες ἐγ Λεον[τ]-
ίνον ℎοὶ τὲγ χσυμμαχί-
αν ἐποέσαντο καὶ τὸν ℎ-
όρκον Τιμένορ Ἀγαθοκ-
5 λέος, Σο͂σις Γλαυκίο Γέ-
λον Ἐχσεκέστο, γραμμα-
τεὺς Θεότιμος Ταυρίσ-
κο· ἐπ’ Ἀφσεύδος ἄρχοντ-
ος καὶ τε͂ς βολε͂ς ℎε͂ι Κρ-
10 ιτιάδες ἐγραμμάτευε·
ἔδοχσεν τε͂ι βολε͂ι καὶ
το͂ι δέμοι· Ἀκαμαντὶς ἐ-
πρυτάνευε, Χαρίας ἐγρ-
αμμάτευε, Τιμόχσενος
15 ἐπεστάτε, Καλλίας ε%⁸⁰%⁸⁰-
ἶπε· τὲμ μὲν χσυμμαχία-
ν εἶναι Ἀθεναίοις καὶ
Λεοντίνοις καὶ τὸν ὅρ̣-
κον δο͂ναι καὶ δέχσασ-
20 [θαι· ὀμόσ]αι δὲ Ἀθεναί-
[ος τάδε· σύ]νμα[χ]οι ἐσόμ-
[εθα Λεοντ]ίν[οις ἀί]δ̣ιο-
[ι ἀδόλος κ]αὶ [ἀβλα]βο͂ς·
[Λεοντίνο]ς ὁ[μο͂ς ὀ]μόσ-
25 [αι· σύνμαχοι ἐσόμ]εθα
[Ἀθεναίοις ἀίδιοι] ἀδό-
[λος καὶ ἀβλαβο͂ς· π]ερὶ
[․․․․․․14․․․․․․]μπο
[․․․․․․14․․․․․․]ενα
30 [․․․․․․14․․․․․․]δεε
[․․․․․․15․․․․․․․]σθ
[․․․․․․15․․․․․․․]οπ
      lacuna
frg. e.33 [— — — ․․․]ι — — —
[— — — ․]εαθ — — —
35 [— — — —]ιοι v — —
        vacat
Search Help
Contact Us