Decree of the Thessalians granting privileges to Aiolians, Koans, and citizens of Magnesia on the Maeander.  Tall stele of local hard brownish stone, in two joining pieces, broken at the top; inscriptions on the front and back faces (nos. 1406A-B). Thessalian dialect. Stoich. 35-36.
[ ] Aeol. — Aigai (Nemrutkale, Gün Dağı) — ca. 250-200 BC (bef. 196 BC) — EA 42 (2009) 48, II — BE (2010) 522 (p.832-836) (cf.)
[— — — — — — — — — — — — — — — — —]
[․]ΙΜ̣[․․]Τ̣Ο[․․․ ὀνγρ]ά̣ψ̣αι κ̣αὶ τοῦτο̣ ἐν̣ στά̣λαν̣
[λ]ιτθί̣αν [— c.8 —]Ι[— — — c.16 — — —] τὸ μ-
ὰ̣ ὀνά̣λ̣ου̣μα̣ ἐ̣ς ταῦτα̣ ἔ̣μ̣μεν αὐ̣τοῦν [․]Α̣Ν̣[․․․․]
[․]Ε̣[— — — — — — — — — — — — — — —]
5 [— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — —]
Σπε̣ύδο̣υ̣ν̣ ὁ λ̣ε̣ί̣τορας τ̣ὰ̣ν̣ εὐχ̣α̣ριστίαν Π̣ε̣τ̣-
10 θ̣α̣λο̣ῦν ἐν̣ Ὀλ̣υ̣μ̣π̣ίοις τοῖς Πετθαλοὶ ἄγουνθι·
ὀ̣π̣ε̣ι̣δ̣εὶ̣ ἐξά̣γγε̣λ̣λε Σπεύδουν ὁ λ̣ε̣ί̣τορας τ-
οῖ Δι̣ὸ̣ς̣ τοῖ Ὀλυμπίοι τὰν ε̣ὔνοιαν τ̣ὰ̣ν̣ εἴχοι̣ε̣-
ν π̣οτὶ Πετθαλὸ̣ς̣ Αἰολεῖες, Κοῦ̣οι, Μάγνειτες
οἱ̣ ἀπὺ Μαιάνδροι – τοῦ τε γὰρ Δὶ τοῦ Ὀλυμπίου
15 κ̣αὶ εἵρ̣ου̣ϊ Πετθαλοῦ̣ καὶ τοῖς ἄλλο̣ι̣ς̣ θεοῖς
τ̣ελετὰ̣ν̣ κ̣α̣ὶ̣ θυσίαν πε̣π̣οεῖσθαι τὰς πόλις π-
άν̣σ̣ας καὶ εὔξασθαι Πετθαλοῖς πάντεσσι καὶ
τοῦ δά̣μ̣ο̣υ τοῦ ἑαυτοῦν κοινᾶ σουτειρ̣ίαν, εὐ-
τ̣υ̣χ̣ίαν, ε̣ὐ̣γονί̣α̣ν̣, – ἐψάφισαν οἱ Πετθαλοὶ ἀτέ-
20 λ̣ε̣ι̣αν̣ ἔμμ̣εν αὐτοῖς πάντουν πλὰν εἲ {²⁶ἢ}²⁶ πόσσα κ-
ε ἐπ ἐμπορία ἄγουνθι εἲ ἐ̣ξ̣ά̣γουνθ̣ι̣, κ̣αὶ πολι-
τείαν πάντεσσι π̣ᾶ̣ ν̣ά κε βέλλουνθ̣αι Πετθαλί-
ας καὶ ἔμμεν αὐτοῖς καὶ πόλις καὶ ἱερὰ κοιν-
ὰ καὶ τὰ ἄλλα πάντα καττάπερ Πετθαλοῖς ἔνθι·
25 καὶ ἐπιγαμίαν ἔμμεν Αἰολείεσσ̣ι, Κ̣ούοις, Μα-
γνείτεσι τοῖς ἀπὺ Μαιάνδροι πᾶ̣ ν̣ά κε β̣έλλο-
υνθαι Πετθ̣αλί̣α̣ς̣· ὀνγράψαι μὰ τὸ ψάφισμα Σπ-
εύδουνα τὸν λείτοραν ἐν σ̣τάλας λιθίας καὶ
[․․]Τ̣Ε̣Θ̣Ε̣Ι̣Μ̣Ε̣Ν̣ ἐ̣ν Ὀλ̣ύμπι̣ο̣ν καὶ ἐν Ἴτουνον καὶ
30 ἐν Λ̣ά̣σ̣σ̣α̣ν ἐν [τὸ ἱε]ρ̣ὸν το̣ῖ Ἄπλουνος τοῖ Κερδ-
οίοι· ἐγγράφειμεν αὐ̣τ[εῖ] καὶ π̣ο̣λ̣ί̣ο̣υ̣ν̣ τὰ ὀνύ-
μ̣ατα πανσᾶν τᾶν κ̣οινανενσ̣ᾶν τᾶς θ̣υ̣σ̣ί̣α̣ς̣ Δι-
ὸς τοῖ Ὀλυμπίοι καὶ τοῖ ἀγοῦνος· ἐγράφει τὸ
ψάφισμα ἐν Ὀλυμπίοις, λειτορεύοντος δὶς τ-
35 οῖ Ὀλυμπίοι Σπεύδουνος, ταγευόντουν ἐν Λά-
σσα Τιμουνίδα Ἀλεξία, Ἀστονόοι Λαγέτα, Ἱππ-
άρχοι Σουκράτεος, Ἱπποδρόμοι Πανταπόνοι,
Κ̣λεάρχοι Δεινίπποι.
Search Help
Contact Us