Honorific inscription for the physician C. Stertinius Xenophon.  Base of white marble, broken at the top, recut on the right edge.
[ ] Kos Isl. — Kos — 48-54 AD — M. Segre, Iscr. di Cos (1993) EV 219 — É. Samama, Les médecins (2003) 259, 143
1 [Γάϊ]ο̣ν Στερτίνιον̣ Ἡ̣ρ̣α[κ]λ[εί]του υἱόν, Κ[ορ]-
[νηλί]α̣, Ξενοφῶντα, φιλοκαίσαρα, φιλοκλ[αύ]-
δ̣[ι]ον, φιλοσέβαστον, δήμου υἱόν, φιλόπα̣-
τριν, εὐσεβῆ, εὐεργέτην τῆς πατρίδος, ἰατ[ρὸν]
5 τοῦ Σεβαστοῦ, ἱερέα διὰ βίου τῶν Σεβαστῶ[ν]
καὶ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γ[ερ]-
μανικοῦ αὐτοκράτορος καὶ Ἀσκληπιοῦ καὶ [Ὑ]-
γείας καὶ Ἠπιόνης καὶ κατὰ γένος Ἀπόλλ[ω]-
νος Καρνίου καὶ Σεβαστῆς Ῥέας, ἀρχιατρ[όν],
10 χειλιαρχήσαντα καὶ ἔπαρχον γενόμενο[ν]
τῶν ρχιτεκτόνων, καὶ τειμηθέντα ἐν τ̣[ῶι]
κατὰ Βριτάννων θριάμβωι στεφάνωι χρυσέ[ωι]
καὶ δόρατι  Γάϊος Ἰούλιος Διονυσίου [υἱ]-
ός, Φαβία, Ἀντίπατρος, φιλόκαισαρ καὶ φιλοσ[έ]-
15 βαστος, χιλίαρχος καὶ ἀποδεδειγμένος
τῆς Ἀσίας ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ θεο[ῦ]
Σεβαστοῦ Καίσαρος Διὸς Πατρώιου, σὺν Ἰο[υ]-
λίᾳ Πολυδεύκους θυγατρὶ Νικαγορίδι τῆ[ι]
ἑαυτοῦ γυναικὶ καὶ τοῖς τέκνοις τὸν συ̣[γ]-
20 γενῆ εὐχαριστίας καὶ εὐνοίας ἕνεκεν.
                          vacat 0,99
Search Help
Contact Us