Sacrificial calendar listing the annual sacrifices to be performed by the priest of Apollo. Pedimental stele of white marble, broken at the bottom.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — late 3rd c. BC — Halasarna I (2004) 44, 6 — The Hellenistic Polis of Kos (2004) 121-126 — SEG 54.744
See also:
1 | τάδε ἀνέγραψαν τοὶ ἄνδρες |
τοὶ αἱρεθέντες Νικόμαχος | |
Τιμαινέτου, Ἀρίσταιχμος | |
Ἀρισταρχίδα, Χαιρέδαμος | |
5 | Δαμοφῶντος, ἃ θύει ὁ ἱερεὺς |
τοῦ Ἀπόλλωνος καθ’ ἕκαστον | |
ἐνιαυτόν· μηνὸς Ὑακινθίου | |
δυωδεκάται· Ἱστίαι Φαμίαι οἶν | |
ἔρσενα, τούτου ἀποφορὰ vacat | |
10 | ἐς τιμαχεῖον, γυναιξὶν οὐχ ὅ{υ}- |
σια {²⁶ὅσια}²⁶ ⋮ Ἀπόλλωνι ἱερεῖον τέλεων, | |
Ἱστίαι Τιμαχείαι ἱερεῖον ⋮ ἐνάται | |
πρὸ ἰκάδος· Ἀπόλλωνι τέλεων | |
καὶ τελέαν, ταῦτα διαιρεῖται | |
15 | τοῖς δαμόταις πᾶσιν ⋮ Διοσκόροις |
οἶν ἔρσενα ⋮ Διὶ Σωτῆρι οἶν ἔρσενα. | |
Καρνείου ἐνάται ἱσταμένου· | |
Ἀφροδίται αἶγα ⋮ διχομηνίαι· Ἀρτά- | |
μιτι Ἀγροτέραι ἱερε<ῖ>ον ⋮ Ἑκάται | |
20 | Στρατίαι αἶγα τελείαν ⋮ ἑκκαιδε- |
κάται· Διὶ Πολιεῖ ἐν ἀγροπόλι οἶν | |
τέλεων, Ἀθάναι Πολιάδι οἶν | |
τελείαν, παρ’ ἐνιαυτὸν ἑκατέρωι | |
τῶν θεῶν· τούτων οὐκ ἀποφορά. | |
25 | ἰκάδι· Ἑκάται Μελιτείναι ἱερεῖον. |
Θευδαισίου ἑκκαιδεκάται· Ἀπόλλω- | |
νι τέλεων καὶ τελείαν ⋮ Λατοῖ ἱερεῖ- | |
[ον, ․․․․]Λ̣ι Πυθηΐδι οἶν τελείαν, Διὶ | |
[Σωτῆρι ἱερεῖον, Ἀθά]ναι Σωτείραι ἱ- | |
30 | [ερεῖον — — — — — — — — ἱε]ρεῖ[ον] |
[— — — — — — — — — — — — —] |