Honorific decree of Chalkis for judges from Kos. Eight fragments of a stele of white marble; d now missing.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 167-150 BC — Chiron 29 (1999) 284, 8 (a-e) — SEG 49.1115 (a-e) — SEG 53.863 (a-h)
See also:
[{²corona}²] [{²corona}²] {²corona}² | |
[ἐπειδὴ πεμψάντων ἡμῶν ψή]φισμα καὶ πρεσβευ- | |
[τὴν τὸν παρακαλέσοντα Κώι]ους ἀποστεῖλαι δικ[ά]- | |
[σοντας τὰ]ς̣ δίκ[ας δικαστ]ὰς δύο, v ὁ δῆμος ὁ Κώ[ι]- | |
[ων ὑπάρχ]ω̣ν συγγ[ενὴς καὶ φίλ]ος καὶ εὔνους τῆς πό- | |
5 | λ̣εως ἐξαπέστειλ[ε δικαστὰ]ς̣ vac. Ὀρθαγόραν Ἱππο- |
[κ]ράτου, v Τίμαρχον̣ Τιμίδα̣, [οἳ] καὶ παραγενόμε̣- | |
[ν]οι πρὸς ἡμᾶς τήν τε ἀναστρο̣[φ]ὴν πεποίηνται | |
ὡς καθῆκον ἦν ἀνδ̣ράσιν καλοῖς κ̣αὶ ἀγαθοῖς ἀξ[ί]- | |
ως τῆς τε ἰδίας πατρίδος καὶ τῆς ἡμ̣ετέρας πόλε- | |
10 | ω̣ς, vac. τῶν τε εἰσδοθ[ε]ισῶν εἰς αὐτοὺς κρίσεων πε- |
πείρανται τὰς μὲν [π]λείστας ἀγα̣[γ]εῖν εἰς σύλλυ- | |
[σ]ιν, ἀκόλουθοι γιν[όμ]ενοι τῆι τῶν μεταπεμψαμέ- | |
[νω]ν παρακλήσει, vac. καὶ προαιρούμενοι ἐφ’ ὅσον ἦ- | |
[σαν δ]υνατοὶ ἐν ὁμονοίᾳ κατεστηκὸς ἀπολι%⁸¹- | |
15 | [πεῖν τὸ π]ολίτευμα· vac. ὅσοι δὲ τῶν διαδικαζομέ- |
[νων οὐκ ἐ]ν̣εχώρευν διδόναι τὰς ἐπιτροπὰς ΕΚ[․] | |
[— — — — β]έλτιστ̣ον πρὸ πλείστου ποιο[υ— — —] | |
[— — — — — — — —]ΥΣΕ̣Ρ̣Γ̣[— — — — — — — —] | |
{²desunt vv. minime tres}² | |
22 | [— — — — — — — — —]Ν καὶ δ[— — — — — — — — —] |
[— — — — — — — —]ΝΟΙΤΟΥΣΤΕ[— — — — — — — —] | |
[— — τ]ῶ̣ν ὁ̣[μοίων] ζ̣ηλωτάς, τ[ύχηι τῆι ἀγαθῆι, δε]- | |
25 | [δόχ]θαι τοῖς [συν]έδροις καὶ τ[ῶι δήμωι· ἐπαινέσαι] |
τὸν δῆμον [τὸν] Κώιων ἐπὶ τῶ[ι — — — — — καὶ τῆι ἐ]- | |
ξαποστολῆι [τ]ῶν δικαστῶν [ἀνδρῶν ἀξίων ἀμφοτέρων] | |
τῶν πόλεων καὶ στεφανῶσαι [αὐτὸν χρυσῷ στεφά]- | |
νῳ, v ἐπαινέσαι δὲ [κ]αὶ Ὀρθαγόρα̣[ν Ἱπποκράτου], | |
30 | Τίμαρχον Τιμίδα̣ ἐ̣πὶ τῶι καλῶ[ς καὶ δικαίως διε]- |
ξαγηγονέναι τὰς κρ[ίσ]εις καὶ στ[εφανῶσαι ἕκαστον] | |
[αὐτ]ῶ̣ν χ̣ρ̣υ̣σῷ στεφάν[ῳ, καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ] | |
[θυσίαν εἰς] τ̣ὸ πρυτα[νεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν]· | |
[ὑπά]ρχε̣ιν δὲ [καὶ πρόσο]δ̣[ον αὐτοῖς πρὸς τοὺς συ]- | |
35 | νέδρους καὶ τὸν δῆμον π[ρώτοις μετὰ τὰ ἱερὰ καὶ] |
τὰ [Ῥ]ω̣μ̣αίων· vac. ἵνα δὲ καὶ Κῶ̣[ιοι πάντες εἰδήσωσι] | |
τὴν τῶν δικαστῶν καλοκἀ̣[γα]θ̣[ίαν καὶ τὰ παρὰ τοῦ] | |
δήμου φιλάνθρωπα, τοὺς στρατηγοὺς σφρα[γισαμέ]- | |
νους τόδε τὸ ψάφισμα τῇ δημοσίαι σφραγῖδι δο̣[ῦναι] | |
40 | τοῖς δικασταῖς· vac. παρακαλεῖ δὲ ὁ δῆμος ὁ Χαλκ̣[ι]δ̣έ- |
ων Κώιους ἀποδεξαμένους φιλοφρόνως τὰ [παρὰ τῆς] | |
πόλεως φιλάνθρωπα καὶ ψηφισαμένους ἀπόκρι̣σ̣ι̣ν̣ κ̣α̣- | |
ταχωρίσαι εἰς τὰ παρ’ ἑαυτοῖς δημόσια γράμματα· προ̣- | |
νοηθῆναι δὲ καὶ περὶ τῶν τιμίων τῶν γεγονότων | |
45 | τῆι τε πόλει καὶ τοῖς δικασταῖς, ὅπως ἀναγορεύ- |
ηται παρ’ αὐτοῖς Διονυσίοις καὶ ἐν τοῖς μεγάλοις | |
Ἀσκλαπιείοις καὶ Ῥωμαίοις καθ’ ἑκάστην πανήγυ- | |
ριν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, vac. ἀναγραφῇ δὲ καὶ εἰς | |
στήλας τόδε τὸ ψήφισμα καὶ ἀνατεθῇ παρ’ αὐτοῖς | |
50 | ἡ μὲν ἐν τῶι ἐπιφανεστάτῳ τόπῳ τῆς ἀγορᾶς, |
ἡ δὲ ἐν τῶι ἱερῶι τοῦ Ἀσκλαπιοῦ, vac. ἵνα καὶ οἱ λοι- | |
ποὶ πάντες παρακολουθοῦντες τὴν εἰς τοὺς | |
δ̣ι̣καίους τῶν ἀνδρῶν γινομένην σπουδὴν | |
τοὺς ἀξίους ἀποστέλλωσιν πρὸς ἡμᾶς δικασ[τάς]. | |
vacat 0,14 |