Honorific decree for Theron of Tyros. Nearly intact stele of white marble.
[ ]
Kos Isl. — Kos — ca. 300 BC — Paton-Hicks (1891) 1 — SGDI III,1 (1895) 3613 — M. Segre, Iscr. di Cos (1993) ED 54
See also:
1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, Δια- |
γόρας Κλευχίου εἶπε· ἐπειδὴ Θήρων | |
Βουδαστρατου Τύριος ἀνὴρ ἀγαθός | |
ἐστι περὶ τὸν δᾶμον τὸν Κώιων καὶ | |
5 | ἐμ πᾶσι τοῖς καιροῖς χρείας διατελε[ῖ] |
παρεχόμενος πᾶσι Κώιοις, δεδόχθαι | |
τῶι δάμωι· ἐπαινέσαι τε αὐτὸν καὶ ἦ- | |
μεν πρόξενον τᾶς πόλιος τᾶς Κώι- | |
ων καὶ ἐκγόνους, ἦμεν δὲ αὐτοῖς ἔσ- | |
10 | πλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι |
καὶ ἐν εἰράναι ἀσυλεὶ καὶ ἀσπονδεὶ | |
καὶ αὐτοῖς καὶ χρήμασι, τοὶ δὲ π[ωλη]- | |
ταὶ μισθωσάντω ἀναγρά[ψαι τε τὰν] | |
προξενίαν ἐς τὰν στά[λαν καὶ θέμεν] | |
15 | [ἐ]ν τῶι ἱερῶι τῶν Δυώδ[εκα Θεῶν]. |