Funerary epigram for Alexandra, daughter of Alexandros. Upper part of a marble stele.
[ ]
Lydia — Philadelphia (Alaşehir)? — Kastollos? — 377/378 or 323/324 AD — EA 36 (2003) 24-28 — SGO 5 (2004) 27, 24/11 = 04/23/03
1 | ἔτους ∙ υηʹ ∙, μη(νὸς) Δύστρου ιϛʹ· |
ξεῖνε, θέλις παριὼν γνῶναι τὸ “τίς ἐνθάδε κεῖται;”; | |
κούρη κεῖται πολλοῖς καμάτοις βίον ἐξανύσασ[α], | |
τοὔνομα Ἀλεξάνδρα, Ἀλεξάνδροιο θύγατρα, | |
5 | “εὐγενέων τοκέων” ἔκλυεν “θύγατερ γεγον̣υῖ̣α, |
σεμνὸν ἔχουσα τρόπον, καλὰς φρένας, εἶδος ἀρίσ[τη] | |
κ̣αὶ γένος.” ἥ γε (?) Κάδοιο κλυτῆς μεγάλοιο πόλεως | |
εἱμένη ἐγ δήμου παρὰ ἱερὰ ῥεῖθρα τὰ Ἕρμου, | |
εὐγενέτις πατρίδος κώμης Ἀκροκαστωλλοῖ[ο] | |
10 | ἐνθάδε Δαμιανῷ τοὐμῷ πατρὶ γαμηθεῖσα |
ο̣ὐκ ἐποίησε τέκνα, βίον δ’ ἐπ[ί]τ̣ειμον ἀπῆξεν· | |
[․․․]Ι̣ϹΕΝ δὲ χρόνους πάντας ζωῆς ἀπὸ γέννης | |
[․․․․․ ․․․․․ ․]Ρ εὗρον ἐγὼ κεχαραγμένον ὡς ἐκυήθ[ην] | |
[․․․․․ ․․․․․ ․․․․․]Τ̣Α̣ ἐψήφισα χ’ εὗρον ἀκρειβῶς | |
15 | [․․․․․ ․․․․․ ․․․․․ ․․․․․ ․․․]․ΑΙ δὶς δύο μῆνας |
[— — — — — — — — — — — — — — —] {²traces of letters}² |