Honorific inscription for C. Asinnius Nicomachus Frugianus.  Rectangular base of white marble; inscription on the upper molding (lines 1-3) and in a recessed field below.
[ ] Lydia — Sardis (Sart) — 222-235 AD — Chiron 23 (1993) 248-266 — ArkDerg 4 (1996) 175, n. 2
See also:
upper molding.1 [τῆς πρωτόχθονος καὶ ἱερᾶς] τῶν [θεῶν]
[καὶ μητροπόλεως τῆς Ἀσία]ς καὶ Λ[υδίας]
    [ἁπάσης καὶ πρώτης Ἑλλά]δος καὶ πολ-
lower field.4             λάκις [νεωκόρου τῶ]ν Σεβαστῶν
5             κατὰ τὰ̣ [δόγμα]τ̣α τῆς ἱερᾶς συγ-
            κλήτου, φίλης καὶ συμμάχου
            Ῥωμαίων καὶ οἰκείας τοῦ Σε-
            βαστοῦ τῆς λαμπροτάτης
              ∙  Σαρδιανῶν πόλεως ∙
10               ἡ βουλὴ ∙ καὶ ∙ ὁ δῆμος ἐτεί-
                      %⁸¹μησεν vacat
            Γ(άϊον) ∙ Ἀσίννιον ∙ Νεικόμαχον Φρου-
            γιανὸν τὸν ἀξιολογώτατον, ∙ ἄν-
            δρα ἐπίσημον καὶ πρώτο̣υ γένους,
15             ἀγορανομήσαντα ∙ ἐνδόξως καὶ
            φιλοτείμως, ∙ προτραπέντα
            ὑπὸ τῆς πατρίδος ∙ ἐν ἀναγ-
            καίῳ καιρῷ, ∙ μαρτυρηθέντα ὑπὸ
            τῶν κατὰ καιρὸν ἡγεμόνων ἐπὶ
20             τῇ τῆς ἀρχῆς εἰλικρινείᾳ, ∙ προέκ-
            γο[ν]ον ∙ Γαΐας Ἀσιννίας Ἰουλείνης
            διὰ β̣[ίου] σ̣[τεφαν]η̣φόρου, ∙ ἔγγονον
            δὲ Γαΐας [— c.8 —]ας Ἀσιννίας
            Φρουγίλλη[ς — c.7 — Ἀ]σ̣ινν(ίου) ∙ Φροῦγι ∙
25             ἀρχιερέως [τῆς Ἀσία]ς̣ καὶ πλεῖστα
            ἀναλώσαντ[ο]ς̣ ἐ̣[ν τῇ π]α̣τρίδι ∙ καὶ
            στρατηγήσαντος κα[τὰ ἐ]πιδημί-
            [α]ν καὶ διοδείαν ∙ θεῶν̣ [Μ(άρκου) Ἀν]τ[ω]νί-
            [ν]ου καὶ Κομόδου, ∙ ἀδελφιδ[οῦν Γ]α̣ΐ̣-
30             [ω]ν ∙ Ἀσιννίων ∙ Ῥούφου ∙ Νεικομά[χου]
            [κ]αὶ Λεπίδου ∙ ὑπατικῶν, ∙ ὑῶν ∙ Γ(αΐου) ∙ Ἀ̣[σιν]-
            [νί]ου ∙ Νεικομάχου ∙ τοῦ τῆς ἀρ̣[ίσ]-
            [τη]ς μνήμης ὑπατικοῦ, ∙ θεί[ου πρὸς]
            [πατ]ρὸς τοῦ Νικομάχου, ∙ συνγε[νῆ ὄν?]-
35             [τα κ]αὶ ἄλλων πολλῶν ὑπατικῶ̣[ν],
            [υἱὸ]ν ∙ Γ(αΐου) ∙ Ἀσιννίου ∙ Φροῦγι ∙ τοῦ ἀξ[ιολο]-
            [γω]τάτου ∙ καὶ Βηδίας ∙ Δομετια[νῆς?]
                    ∙    Γλαβριωνιανῆς   ∙
            [πρ]ονοησαμένου ∙ τῆς ἀναστά[σε]-
40             [ως] τ̣οῦ ἀνδριάντος ∙ Αὐρ(ηλίου) ∙ Νεικάν[․]-
            [․․․] Σερβειλίου ∙ βουλευτοῦ ∙ τοῦ φί-
            [λου κα]ὶ ἀναστήσαντος ἐν τοῖς ἰ-
            [δίοις α]ὐτοῦ καὶ προγονικοῖς ἔρ-
            [γοις, ψ]η̣φισαμένης τῆς πατρί-
45             [δος ἀνασ]τῆναι αὐτοῦ τὰς τιμὰς
            [ἐν τοῖς τέ]σ̣σαρσιν μ[α]κέλλοις.
Search Help
Contact Us