Honorific decree for epimeletai of the Eleusinian Mysteries.  Stele of gray marble, broken at the bottom. Non-stoich. c. 33.
[ ] Attica — Eleusis — 214/3 BC — IG II² 847 w. Add. p. 668 — Syll.³ 540 — K. Clinton, I.Eleusis (2005) 208
1 ἐπὶ Διοκλέους ἄρχοντο<ς>, ἐπὶ τῆς Ἱπποθωντί-
δος τρίτης καὶ δεκάτης πρυτανείας, ἧι v
Ἀριστοφάνης Στρατοκλέους ΚειριάδηςXI ἐ-
γραμμάτευεν· βουλῆς ψηφίσματα· Σκιροφο-
5 ριῶνος τρίτει ἱσταμένου· τρίτει τῆς πρυτα-
νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]-
πεψήφιζεν Φανοκλῆς Ἱππομάχου Ἀγγελῆθεν
καὶ συμπρόεδροι·
            ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
10 Δημοκράτης Σουνιέως Κολωνῆθεν εἶπεν· ἐπειδ[ὴ]
οἱ ἐπιμεληταὶ τῶν Μυστηρίων οἱ χειροτονηθέντες
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Διοκλέους ἄρχοντος τάς
τε θυ<⁶¹σ>⁶¹ίας ἔθυσαν, ὅσαι καθῆκον αὐτοῖς ἐν τῶι ἐνιαυ-
τῶι τεῖ τε Δήμητρι καὶ τεῖ Κόρ<η>[ι] κ[α]ὶ τοῖς ἄλλοις θεοῖς,
15 οἷς πάτριον ἦν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ πα[ί]-
δων καὶ γυναικῶν, ἔθυσαν δὲ καὶ τὰ προθύματα, ἃ <δ>εῖ,
καὶ τὸ ζεῦγος παρεσκεύασαν ἐκ τῶν ἰδίων εἰ[ς]
τὴν κομιδὴν τῶν ἱερῶν, τὸ δὲ μερισθὲν αὐτο[ῖς]
εἰς τὴν τοῦ ζεύγους τιμὴν ἐπέδωκαν τεῖ βο[υ]-
20 λεῖ, ἐπεμελήθησαν δὲ καὶ τῆς ἅλαδε ἐλάσεω̣[ς]
καὶ τῆς Ἐλευσῖνι τοῦ Ἰαά̣κχου ὑποδοχῆς, ὡ〚Σ〛σαύ̣-
τως  {²⁶ὡσαύτως}²⁶ δὲ καὶ τῶν πρὸς Ἄγραν Μυστηρίων γενο-
[μ]ένων δὶς ἐν τῶι ἐνιαυτῶι διὰ τὸ συντελεῖ[σ]-
QAI TA\ *)ELEUSI/NIA, A)[P]E/S[T]EILAN DE\ KAI\ EI)S TA\ *)E?-
25 λευσίνια θῦμα ταῦρον, ἐκρεανόμησαν δὲ κα[ὶ]
τεῖ βουλεῖ τοῖς ἑξακοσίοις καὶ πεντήκοντα
καὶ περὶ τούτων ἁπάντων τούς τε λόγους ἀ-
[π]ενηνόχασιν πρὸς τοὺς λογιστὰς καὶ εἰς [τὸ]
Μητρῶιον καὶ τὰς εὐθύνας δεδώκασιν ἐν
30 τῶι δικαστηρίωι κατὰ τοὺς νόμους καὶ τὰ
ἄλλα πάντα, ὅσα προσῆκεν εἰς τὰς θυσίας̣
ἀνηλώκασιν ἐκ τῶν ἰδίων φιλοτιμούμεν[οι]
πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· v ὅπως ἂν
οὖν ἐφάμιλλον εἶ τοῖς φιλοτιμουμένοι[ς]
35 εἰδόσιν, ὅτι χάριτας ἀξίας κομιοῦντα[ι ὧν]
ἂν εὐεργετήσωσιν, v ἀγαθεῖ τύχει, δε[δό]-
χθαι τεῖ βουλεῖ· τοὺς προέδρους, οἵτινες ἂ[ν λά]-
χωσιν προεδρεύειν εἰς τὴν ἐπιοῦσαν [ἐκ]-
κλησίαν χ̣ρ̣ηματίσαι περὶ τούτων, γν[ώμην]
40 δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν [δῆ]-
μον, ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι τ[οὺς]
ἐπιμελητὰς τῶν Μυστηρίων τοὺς ἐπὶ [Διο]-
κλέους ἄρχοντος v Θρασυκλῆν [— — c.8 — —]
Αὐρίδην, v Νικήτην Νικήτου Π[— — c.9 — —],
45 καὶ στεφανῶσαι ἑκάτερο[ν αὐτῶν μυρρί]-
νης στεφάνωι εὐσεβείας [ἕνεκα τῆς πρὸς]
τοὺς θεοὺς καὶ φιλοτι[μίας τῆς εἰς τὴν βου]-
λὴν καὶ τὸν δῆμον· ε[ἶναι δὲ αὐτοῖς καὶ εἰς τὰ]
λοιπὰ φιλοτιμο[υ]μ̣έ[νοις καὶ ἄλλο ἀγαθὸν εὑ]-
50 ρέσθαι παρὰ τοῦ [δήμου, ὅτου ἂν δοκῶσιν ἄξιοι]
εἶναι· v ἀναγράψ̣[αι δὲ τόδε τὸ ψήφισμα τὸν]
γραμματέα τὸν [κατὰ πρυτανείαν ἐν στήλαις]
λιθίναις δυσ[ὶν καὶ στῆσαι τὴν μὲν ἐν τεῖ αὐ]-
λεῖ τοῦ ἱερο[ῦ τοῦ ἐν Ἐλευσῖνι, τὴν δὲ — c.7 —]
55 ΟΙΕΙΣΛ[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — —]
Search Help