Honorific inscription for Menandros, son of Neophron.  Rectangular block of white marble belonging to a base.
[ ] Caria — Kaunos (Dalyan, nr.) — Hellenistic period
1 ὁ δ[ῆ]μος ὁ Καυνίων ἐπαινεῖ καὶ στεφανοῖ
χρυσῷ στεφάνῳ Μένανδρον Νεόφρονος
τοῦ Νεόφρονος Καρπασυανδέα ζήσαντα κα-
λῶς καὶ σεμνῶς καὶ ἀξίως τοῦ γένους αὐ-
5 τοῦ, τὴν τοῦ ἀνδριάντος ἐπιμέλειαν καὶ
ἀνάστασιν πεποιημένου Νεόφρονος δὶς
τοῦ Μηνοδώρου Καρπασυανδέως τοῦ πα-
                        τρὸς αὐτοῦ.
Search Help
Contact Us