Proxeny decree for Meniskos, son of Chairestratos, of Halikarnassos. Block of blue limestone, inscribed with three decrees (I-III).
[ ]
Megaris — Megara — after 307 BC — cf. SEG 28.438 (date)
1 | ἐπὶ βασιλέος Πα[σι]δώρ[ου]. |
ἐγραμμάτευε βουλᾶι καὶ δάμωι | |
Πασίων Μνασιθέου. ἐστρατάγουν | |
Ἀπολλόδωρος Διοδότου, Διονύσιος | |
5 | Ἡροδώρου, Πύρρος Διοκλεί[δ]α, |
Εὐπαλῖνος Μνασιθέο[υ], Π[άνις] Θοκλείδα. | |
ἔδοξε βουλᾶι καὶ δάμωι· | |
ἐπειδὴ Μενίσκος Χ[αι]ρεστράτου Ἁλικα[ρ]- | |
νασσεὺς διατελεῖ εὔνους ἐὼν καὶ | |
10 | εὐεργέτας τοῦ δάμου τοῦ Μεγαρέων, |
ἀγαθᾶι τύχαι δεδόχθαι τᾶι βουλᾶι | |
καὶ τῶι δά[μωι π]ρόξενον εἶμεν [α]ὐτὸν | |
τᾶς πόλιος τᾶς Μεγαρέων, καὶ εἶμεν | |
αὐτῶι ἀσυλία[ν] καὶ κατὰ γᾶν καὶ κατὰ | |
15 | [θάλ]ασσαν καὶ πολέμου καὶ εἰράνας |
[ἐού]σας, καὶ προεδρίαν ἐν πᾶσι τοῖς | |
ἀγῶσιν οἷς ἁ πόλις τί[θ]ητι· ἀγγραψάτω | |
δὲ τὸ δόγμα τόδε ὁ γραμματεὺς τοῦ | |
δάμου ἐν στάλαι λιθίναι καὶ ἀνθέτω | |
20 | εἰς τὸ Ὀλυμπιεῖον. |