[ ] Aeg. Isl. — Naxos — ca. 100-50 BC — Mneme G.I. Kourmoulis (1979) 1-10
1 ὁ δῆμος ὁ Ναξίων ἐσ[τε]φάνωσεν
Ἁλιόδωρον Πολυκρίτου Ῥόδιον χρυ-
σῶι στεφάνωι τῶι μεγίστωι ἐκ τοῦ νό-
μου καὶ ἐτίμησεν εἰκόνι χαλκῆι καὶ προεδρί-
5 αι ἐν τοῖς ἀγῶσι καὶ παρουσίαι ἐπὶ τοῖς ἱεροῖς οἷς
ἡ πόλις συντελεῖ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
καὶ εὐεργεσίας τῆς εἰς ἑαυτόν.
Search Help
Contact Us