[ ] Arabia — Gerasa — 2nd c. AD — ADAJ 32 (1988) 151, 5
1 ἀγαθῇ τύχῃ.
Ἀκρίσιος Ἀμύντου
καὶ Διογένης καὶ Ἀμύν-
τας υἱοὶ ἀρχιβωμισταὶ
5 Ἀπόλλωνος καὶ Κόρης
καὶ τῶν συννάων θεῶν
εὐξάμενοι τῇ Κυρίᾳ Οὐρανίᾳ
Ἀρτέμιδι τὸν ἀκμάζοντα
Καιρὸν ἐκ τῶν ἰδίων
10 ἀνέθηκαν̣.
Search Help
Contact Us