[ ] Mys. — Pergamon — 2nd-1st c. BC — Müller, Ehreninschr. (unpubl., 1997) [113]
1         ὁ δῆμος ἐτίμησεν
Φιλωτέραν Λιμναίου διά τε τὰς Λιμναίου
τοῦ πατρὸς αὐτῆς πρὸς τὸν δῆμον εὐεργεσίας
καὶ διὰ τὴν Κυνίσκου τοῦ ἀνδρὸς αὐτῆς ἀρετὴν
5 καὶ πρὸς τὸν δῆμον εὔνοιαν καὶ διὰ τὴν αὐτῆς
τῆς Φιλωτέρας πρός τε θεοὺς εὐσέβειαν
καὶ τὴν πρὸς Κυνίσκον τὸν ἄνδρα καὶ
πρὸς τὰ τέκνα φιλοστοργίαν.
Search Help
Contact Us