Manumission record with consecration to Asklepios.  Stone block, reused in the construction of a late Roman tower.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 ἐπὶ προστάτα Ἀνδρονίκου Δακοινα[ί]-
ου, ἱερέος δὲ Ἀδμάτου Αἰγυδερίου,
ἀνέθηκε ἱερὸν τῶι Ἀσκλαπιῶι, μηνὸς Π[α]-
νάμου, Λέων Φιλιπίδα {²⁶Φιλιππίδα}²⁶ Εὔρυος καὶ ὁ υἱὸς ὁ
5 Λέοντος Φίλιππος Ἡρακλείδαν τὸν ἴδιον
δοῦλον ἀνέφαπτον· μάρτυρες Ἁγήσαν-
δρος Λαμίσκου [Βου]θρώτιος, Λαμίσκος Ἁγησάν-
δρου Βουθρώτιος, Λάμιος Φιλιπίδα {²⁶Φιλιππίδα}²⁶ Εὔρυος, Φαλακρ[ίων]
       vacat   Νίκωνος Ὀπάτας.
Search Help
Contact Us