Manumission record with consecration to Asklepios.  Stone block, reused in the construction of a late Roman tower.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 ἀγαθᾶι τύχαι· στραταγοῦντος τῶν Πρασαιβῶν Θύρμα-
κος Ἐσχατίου, προστατοῦντος δὲ Σωκλέος Ἐσσυρίου, ἱερεύοντος
δὲ το͂ι Ἀσκλαπιο͂ι Μαχάτα Παρθαίου, μηνὸς Γαμιλίου, ἀνέ-
θηκαν το͂ι Ἀσκλαπιο͂ι ἱερὰν καὶ ἀνέφαπτον κατὰ τὸν
5 νόμον Φαινὼ Λυσιδίκα, Βουβαλίς, Σωσίπατρος, Κλεομή-
δης, Φίλιππος· μάρτυρες Λέων Νικάνορος Θυμαῖος,
Ἀγίαδας Στρατάγου Ὀπάτας, Ἀρτέμων Ἀρχελάου Βουθρώτιος.
Search Help
Contact Us