[ ] Boiotia — Thespiai — 3rd c. BC — IG VII 1818
See also:
1 — — — — — — — — — — — — —ει δ’ ἐμὲ
[ἀείρατ’ ἆ]θλον, ἀλλὰ τᾶι τέχναι σοφὸς
[μελωιδ]ός, αὐλῶι φθόγγον εὖ προσαρμόσας,
[Μουσᾶ]ν ὅπως μελιχρὸν ἀπύσαι μέλος
5 [βάσ]ιν τιθεὶς πρὸς τέρμα καίριον ῥυθμῶι.
⏑ – ⏑ – παρ[κ]ειμένοις ἄειδ’ ἀεί.
οὕτως ἐνῆς ἐν τῶι μέλει πολλὰ φάσις.
τοιόσδ’ ἐὼν ἀείρατ’ ἐγ Μουσᾶν ἐμέ,
Στράτων ἀγῶνος, σφᾶι πάτραι μέγα κλέος.
10 Θεσπία δ’ ἔοικεν οὐ μόνομ φέρειν
ἄνδρας μα[χ]ητάς, ἀλλὰ καὶ ἐμ Μούσαις ἄκρους.
Search Help
Contact Us