[ ] Media — Laodicea in Media (Nahavand/Nehavend) — 193 BC — Mus. Helv. 5.1948.218/226 — Merk.-Staub., Jenseits Euphrat 301 — SEG 13.592; BE 1950.217, 1955.254
1 β[α]σιλεὺς Ἀντίοχο[ς Μ]ενεδήμωι χαῖρειν·
[βου]λόμενοι τῆς ἀδελφῆς βασιλίσσης
Λαοδίκης τὰς τιμὰς ἐπὶ πλεῖον αὔξειν
καὶ τοῦτο ἀναγκαιότατον ἑαυτοῖς
5 νομίζοντες εἶν[αι] διὰ τὸ μὴ μόνον ἡμῖν φιλοστόργως
καὶ κηδεμονικῶς αὐτὴν συμβιοῦν, [ἀλ]λὰ καὶ
πρὸς τὸ θεῖον εὐσεβῶς διακεῖσθαι καὶ τὰ ἄλλα μὲν
ὅσα πρέπει καὶ δίκαιόν ἐστιν παρ’ ἡμῶν [αὐτ]ῆι
συναντᾶσθαι διατελοῦμεν μετὰ φιλοστοργίας
10 ποιοῦντες, κρίνομεν δὲ καθάπερ ἡμῶν
ἀποδείκνυνται κατὰ τὴν βασιλείαν ἀρχιερεῖς,
καὶ ταῦτης κ[αθ]ίστασθαι ἐν τοῖς αὐτοῖς τό[ποι]ς
ἀρχιερείας, αἳ φ[ορ]ήσουσιν στεφάνους χρυ[σοῦς]
ἔχοντας εἰκόν[α]ς αὐτῆς, ἐνγραφήσονται δὲ [καὶ]
15 ἐν τοῖς συν[αλ]λάγμασ[ι], μετὰ τοὺς τῶν προ[γόνων]
καὶ ἡμῶν ἀρχι[ερε]ῖς. ἐπεὶ οὖν ἀποδέδει[κται]
ἐν τοῖς ὑπὸ σ[ὲ τό]ποις Λαοδίκη{ς}, συ[ντελεῖσθω]
πάντα τοῖς προγεγραμμένοις ἀκολο[ύθως],
καὶ τὰ ἀντίγραφα τῶν ἐπιστολῶν ἀναγραφέν[τα]
20 εἰς στήλας ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις τό[ποις],
ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν φανερὰ γ[έν]ηται ἡ ἡμε[τέρα]
καὶ ἐν τούτοις πρὸς τὴν ἀδελφὴν [προ]αίρεσις.
                     θιρʹ Ξαν[δικοῦ].
Search Help
Contact Us