IG V,1 556
[ ] Lakonike — Sparta — reign of Caracalla
1            ἡ πόλις
Πό(πλιον) Αἴλ(ιον) Ἀλκανδρίδαν Δαμοκρα-
τίδα, ἀρχιερέα τοῦ Σεβαστοῦ,
φιλοκαίσαρα καὶ φιλόπατριν,
5 β περιοδονίκην, ἄριστον
Ἑλλήνων, πρέσβυν βιδέ-
ων. οἱ συνάρχοντες· Μᾶρ(κος)
Αὐρ(ήλιος) Ἀγαθοκλῆς Ͻ, Αὐρ(ήλιος) Ἀρι-
στοκράτης Ἡρακλᾶ, Αἴλ(ιος)
10 Ἀπολλώνιος, Αὐρ(ήλιος) Εὐτυχί-
ων Φιλοκράτους, Αὐρ(ήλιος) Ἀρ-
τεμίδωρος Λύκου, τῆς τε
εἰς τὴν πατρίδα αὐτοῦ
εὐνοίας ἕνεκεν καὶ
15 τῆς εἰς αὐτοὺς τιμῆς καὶ
φιλοφροσύνης.
Search Help
Contact Us