[ ] Att. — non-stoich. — c. 215/4
1 ἐπὶ Διοκλέους ἄρχοντο<ς> ἐπὶ τῆς Ἱπποθωντί-
δος τρίτης καὶ δεκάτης πρυτανείας, ἧι
Ἀριστοφάνης Στρατοκλέους Κειριάδης ἐ-
γραμμάτευεν· βουλῆς ψηφίσματα· Σκιροφο-
5 ριῶνος τρίτει ἱσταμένου, τρίτει τῆς πρυτα-
νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]-
πεψήφιζεν Φανοκλῆς Ἱππομάχου Ἀγγελῆθεν
καὶ συμπρόεδροι·
       ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
10 Δημοκράτης Σουνιέως Κολωνῆθεν εἶπεν· ἐπειδ[ὴ]
οἱ ἐπιμεληταὶ τῶν μυστηρίων οἱ χειροτονηθέντες
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Διοκλέους ἄρχοντος τάς
τε θυσίας ἔθυσαν ὅσαι καθῆκον αὐτοῖς ἐν τῶι ἐνιαυ-
τῶι τεῖ τε Δήμητρι καὶ τεῖ Κόρη[ι] καὶ τοῖς ἄλλοις θεοῖς
15 οἷς πάτριον ἦν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ πα[ί]-
δων καὶ γυναικῶν, ἔθυσαν δὲ καὶ τὰ προθύματα ἀε[ὶ]
καὶ τὸ ζεῦγος παρεσκεύασαν ἐκ τῶν ἰδίων εἰ[ς]
τὴν κομιδὴν τῶν ἱερῶν, τὸ δὲ μερισθὲν αὐτο[ῖς]
εἰς τὴν τοῦ ζεύγους τιμὴν ἐπέδωκαν τεῖ βο[υ]-
20 λεῖ, ἐπεμελήθησαν δὲ καὶ τῆς ἅλαδε ἐλάσε[ως]
καὶ τῆς Ἐλευσῖνι τοῦ Ἰαάκχου ὑποδοχῆς, ὡσ〚σ〛α[ύ]-
τως {²⁶ὡσα[ύ]τως}²⁶ δὲ καὶ τῶν πρὸς Ἄγραν μυστηρίων γενο-
[μ]ένων δὶς ἐν τῶι ἐνιαυτῶι διὰ τὸ συντελεῖ[σ]-
[θ]αι τὰ Ἐλευσίνια, ἀπέστειλαν δὲ καὶ εἰς τὰ [Ἐ]-
25 λευσίνια θῦμα ταυρόν, ἐκρεανόμησαν δὲ κα[ὶ]
τεῖ βουλεῖ τοῖς ἑξακοσίοις καὶ πεντήκοντα,
καὶ περὶ τούτων ἁπάντων τούς τε λόγους ἀ-
[π]ενηνόχασιν πρὸς τοὺς λογιστὰς καὶ εἰς [τὸ]
μητρῶιον καὶ τὰς εὐθύνας δεδώκασιν ἐν
30 τῶι δικαστηρίωι κατὰ τοὺς νόμους καὶ τὰ
ἄλλα πάντα ὅσα προσῆκεν εἰς τὰς θυσίας
ἀνηλώκασιν ἐκ τῶν ἰδίων φιλοτιμούμεν[οι]
πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· v ὅπως ἂν
οὖν ἐφάμιλλον εἶ τοῖς φιλοτιμουμένοι[ς]
35 εἰδόσιν ὅτι χάριτας ἀξίας κομιοῦντα[ι ὧν]
ἂν εὐεργετήσωσιν, v ἀγαθεῖ τύχει δε[δό]-
χθαι τεῖ βουλεῖ, τοὺς προέδρους οἵτινες ἂ[ν λά]-
χωσιν προεδρεύειν εἰς τὴν ἐπιοῦσαν [ἐκ]-
κλησίαν χρηματίσαι περὶ τούτων, γν[ώμην]
40 δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν [δῆ]-
μον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι τ[οὺς]
ἐπιμελητὰς τῶν μυστηρίων τοὺς ἐπ[ὶ Διο]-
κλέους ἄρχοντος v Θρασυκλῆν ․․c.8․․․
Αὐρίδην, v Νικήτην Νικήτου [Περγασῆθεν?]
45 καὶ στεφανῶσαι ἑκάτερο[ν αὐτῶν μυρρί]-
νης στεφάνωι εὐσεβείας [ἕνεκα τῆς πρὸς]
τοὺς θεοὺς καὶ φιλοτι[μίας τῆς εἰς τὴν βου]-
λὴν καὶ τὸν δῆμον· ε[ἶναι δὲ αὐτοῖς καὶ εἰς τὰ]
λοιπὰ φιλοτιμο[υμ][νοις καὶ ἄλλο ἀγαθὸν εὑ]-
50 ρέσθαι παρὰ τοῦ [δήμου οὗ ἂν φαίνωνται ἄξιοι]
εἶναι· v ἀναγρά[ψαι δὲ τόδε τὸ ψήφισμα τὸν]
γραμματέα τὸν [κατὰ πρυτανείαν ἐν στήλαις]
λιθίναις δυσ[ὶν καὶ στῆσαι τὴν μὲν ἐν τεῖ αὐ]-
λεῖ τοῦ ἱερ[οῦ τοῦ ἐν Ἐλευσῖνι, τὴν δὲ ἐν ἀκροπ]-
55 όλει, <εἰ>ς δ[ὲ τὴν ἀναγραφὴν κτλ. — — — — —]
Search Help