[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 83 AD — Cantineau, Inventaire IV, 3
1 τὸ μνημεῖον καὶ τὸ σπήλαιον ᾠκοδόμησ[αν] Ϲάβεις Νεβουζάβαδος Θαιμαῖος καὶ Νέβουλας οἱ Βηλσούρου Αἱράνου τοῦ Βηλσούρου τοῦ Γαδδάρσου τοῦ ἐπικαλουμένου Βαᾶ εἴς τε ἑαυτοὺς καὶ υἱοὺς καὶ ἐκγόνους μηνὶ Ξανδικῷ τοῦ δϟτʹ ἔτους.
{²Texte palmyrénien.}²
Search Help
Contact Us