[ ] Phokis — Delphi — 255/254 or 252/251 BC — FD 3:4.361
1 [θε]ο[ί].
ἐπὶ Ἐμμενίδα ἄρχοντο[ς ἐν] Δ̣ελφοῖς, ἱερ<ο>μνη-
μονούντων Αἰτωλῶν Εὐπολέμ[ου, Σιν]ν̣έα, Εὐρυδάμ[ου(?)]
[Διοκλέα(?), Ἀρ]ι̣[στί]π̣που, Ἀλέξω̣[νος], Εὐμη[λίδα, Δ]ίωνο[ς],
5 [Νι]κάνδρου· Δελφῶν Κλευδάμου, Αἰσχριώνδα· Ἱστιαι-
έων Ἀντιφῶντος· ἐπειδὴ Μενάλκης ὁ κιθαρωιδὸς
παραγενόμενος εἰς Δελφοὺς εἰς τὰ Σωτήρια
τόν τε ἄλλον ἀγῶνα καλῶς καὶ φιλοτίμως ἠγωνί-
σατο καὶ προσεπέδωκε τῶι θεῶι καὶ τοῖς Ἀμφικ[τύ]-
10 οσι τὸν ἀγῶνα 〚․․․c.10․․․〛· ἀγαθῆι τύχηι· δε[δό]-
χθαι τοῖς ἱερομνήμοσι· ἐπαινέσαι τε Μενάλκη Σ̣[πεύ]-
σωνος Ἀθηναῖον ἀρετῆς ἕνεκεν καὶ εὐνοία[ς τῆς πρὸς(?)]
τὸν θεὸν καὶ τοὺς Αμφικτύονας καὶ στεφα[νῶσαι αὐ]-
[τ]ὸν δάφνης στεφάνωι τῆς παρὰ τοῦ θ[εοῦ καὶ ἀνα]-
15 [κη]ρῦξαι τὸν στ[έ]φανον τοῖς Σ[ωτηρίοις — — —]
Search Help
Contact Us