[ ] Caria — Didyma — 346/5 BC? — SIG(3) 224
1 ἔδοξε τοῖς Ἀμφικτύοσιν· ἐπει-
[δ]Μεγαλοπολῖται καὶ Μεσσήνιοι ἠξίωσαν εὐ̣[ε]ρ-
[γέτ]αι [τ]οῦ θεοῦ καὶ τῶν Ἀμφικτυ[ό]νων ἀναγραφῆνα[ι] καὶ
[εἶ]ν̣αι Ἀμφικτύονες, ἀποκρίνασθαι αὐτοῖς
5 [ὅτι] περὶ μὲν τῆς Ἀμφικτυονείας ἐπανενεγ-
[κόντες] εἰς τὰς πόλεις ἕκαστοι βουλεύσονται καὶ εἰ[ς]
[τὴν] ἐ̣[ρ]χομένην πυλαίαν ἀποκρινοῦνται [αὐτ]οῖς
ὑπὲρ τούτων· εὐεργέτας δὲ τοῦ θεοῦ καὶ [τ]ῶν Ἀμ-
φικτυόνων δεδόχθαι αὐτοὺς <εἶναι>· ἀποκρίνασθαι δὲ
10 [καὶ ․․․․]οις ὅτι δ[ο]κεῖ τοῖς Ἀμφικτύοσιν ἀ-
[ναγραφῆ]ναι αὐτοὺς εὐε[ργ]έτας τοῦ θεοῦ καὶ [τ]ῶν
[Ἀμφικ]τυόνων καθάπερ [αἰτ]οῦνται.
Search Help
Contact Us