IvP I 10
[ ] Mys. — Pergamon — bef. 263 BC
1 [πο]λ̣λὰ μὲν ἐγ Λ[ι]β̣ύης ἦλθ’ ἅρματα, πολλὰ δ’ ἀπ’ Ἄργευ[ς],
[πο]λλὰ δὲ π[ι]είρη̣ς ἦλθ’ ἀπὸ Θεσσαλίης,
[ο]ἷσιν ἐνη̣ριθ̣[μ]εῖτο καὶ Ἀττάλου. ἀθρόα δ’ ὕσπληξ
πάντα διὰ στρεπτοῦ τείνα̣τ̣’ ἔ̣χουσα κάλω·
5 [ἦ] μέγ’ [ἐ]π̣αχ̣ήσασα θοὰς ἐξήλασε πώλους,
αἱ δὲ διὰ σταδίου πυκνὸν ὄρεγμ’ ἔφερον,
ἄλλαι ἐπ’ ἄλλα θέουσαι. ὁ δ’ Ἀττάλου ἶσος ἀέλληι
δίφρος ἀεὶ προτέραν πο[σ]σὶν ἔφαινε̣ κόνιν·
χοἰ μὲν ἐτ’ ἀ̣μπνείοντες ἐδήριον, αὐτὰρ ὁ τοῖσι̣[ν]
10 ἐγρά̣φεθ’, Ἑλλάνων ταῖς τόκα̣ μυριάσιν.
φήμα δ’ εἰς Φιλέταιρον ἀοίδιμος ἦλθε καὶ οἴκους
Περγάμου Ἀλείωι τ[ελ]σαμένα στεφάνωι.
Search Help
Contact Us